Luke 18:35-43

35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν
 ἐπαιτῶν = WH Treg NA/NIV: || προσαιτῶν = RP
ἐπαιτῶν.
36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο
 τί = WH NA/NIV RP: || τί ἂν = Treg
τί εἴη τοῦτο·
37ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται. 38καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. 39καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα
 σιγήσῃ = WH Treg NA/NIV: || σιωπήσῃ = RP
σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με.
40σταθεὶς δὲ
 ὁ = Treg NA/NIV RP: || [omit] = WH
Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
41
 Τί = WH NA/NIV: || λέγων Τί = Treg RP
Τί σοι θέλεις ποιήσω; δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω.
42καὶ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· πίστις σου σέσωκέν σε. 43καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.



Copyright information for SBLG